Add parallel Print Page Options

11 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ [a]Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς. ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα [b]ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ [c]αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας [d]ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ [e]ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 [f]πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς [g]τὴν Μάρθαν καὶ [h]Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ [i]ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· [j]Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν [k]ἡ Μάρθα πρὸς [l]τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε [m]οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 22 [n]καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ [o]ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:2 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:9 ὧραί εἰσιν WH Treg NIV ] εἰσιν ὧραί RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:12 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:17 ἤδη ἡμέρας WH Treg NIV ] ἡμέρας ἤδη RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:18 Treg NIV RP ] – WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 πολλοὶ δὲ WH Treg NIV ] καὶ πολλοὶ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 τὴν WH Treg NIV ] τὰς περὶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 ἀδελφοῦ WH Treg NIV ] + αὐτῶν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:20 Μαρία Treg RP ] Μαριὰμ WH NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 τὸν Treg NIV RP ] – WH
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NIV ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NIV RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:24 WH Treg NIV ] – RP